Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.195.1 | Hdt. 1.196.3 (English) | >>Hdt. 1.197.1 |
1.196.2 ἀνιστὰς δὲ κατὰ μίαν ἑκάστην κῆρυξ πωλέεσκε , πρῶτα μὲν τὴν εὐειδεστάτην ἐκ πασέων · μετὰ δέ , ὅκως αὕτη εὑροῦσα πολλὸν χρυσίον πρηθείη , ἄλλην ἂν ἐκήρυσσε ἣ μετʼ ἐκείνην ἔσκε εὐειδεστάτη · ἐπωλέοντο δὲ ἐπὶ συνοικήσι . ὅσοι μὲν δὴ ἔσκον εὐδαίμονες τῶν Βαβυλωνίων ἐπίγαμοι , ὑπερβάλλοντες ἀλλήλους ἐξωνέοντο τὰς καλλιστευούσας · ὅσοι δὲ τοῦ δήμου ἔσκον ἐπίγαμοι , οὗτοι δὲ εἴδεος μὲν οὐδὲν ἐδέοντο χρηστοῦ , οἱ δʼ ἂν χρήματά τε καὶ αἰσχίονας παρθένους ἐλάμβανον .
1.196.3 ὡς γὰρ δὴ διεξέλθοι ὁ κῆρυξ πωλέων τὰς εὐειδεστάτας τῶν παρθένων ἀνίστη ἂν τὴν ἀμορφεστάτην , ἢ εἴ τις αὐτέων ἔμπηρος εἴη , καὶ ταύτην ἂν ἐκήρυσσε , ὅστις θέλοι ἐλάχιστον χρυσίον λαβὼν συνοικέειν αὐτῇ , ἐς ὃ τῷ τὸ ἐλάχιστον ὑπισταμένῳ προσέκειτο . τὸ δὲ ἂν χρυσίον ἐγίνετο ἀπὸ τῶν εὐειδέων παρθένων καὶ οὕτω αἱ εὔμορφοι τὰς ἀμόρφους καὶ ἐμπήρους ἐξεδίδοσαν . ἐκδοῦναι δὲ τὴν ἑωυτοῦ θυγατέρα ὅτεῳ βούλοιτο ἕκαστος οὐκ ἐξῆν , οὐδὲ ἄνευ ἐγγυητέω ἀπάγεσθαι τὴν παρθένον πριάμενον , ἀλλʼ ἐγγυητὰς χρῆν καταστήσαντα ἦ μὲν συνοικήσειν αὐτῇ , οὕτω ἀπάγεσθαι .
1.196.4 εἰ δὲ μὴ συμφεροίατο , ἀποφέρειν τὸ χρυσίον ἔκειτο νόμος . ἐξῆν δὲ καὶ ἐξ ἄλλης ἐλθόντα κώμης τὸν βουλόμενον ὠνέεσθαι .
1.196.5 ὁ μέν νυν κάλλιστος νόμος οὗτός σφι ἦν , οὐ μέντοι νῦν γε διατελέει ἐών , ἄλλο δέ τι ἐξευρήκασι νεωστὶ γενέσθαι ἵνα μὴ ἀδικοῖεν αὐτὰς μηδʼ εἰς ἑτέραν πόλιν ἄγωνται · note ἐπείτε γὰρ ἁλόντες ἐκακώθησαν καὶ οἰκοφθορήθησαν , πᾶς τις τοῦ δήμου βίου σπανίζων καταπορνεύει τὰ θήλεα τέκνα .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.195.1 | Hdt. 1.196.3 (English) | >>Hdt. 1.197.1 |